2.120 Ταῦτα μὲν Αἰγυπτίων οἱ ἱρέες ἔλεγον . Ἐγὼ δὲ τῷ λόγῳ τῷ περὶ Ἑλένης λεχθέντι καὶ αὐτὸς προστίθεμαι , τάδε ἐπιλεγόμενος · εἰ ἦν Ἑλένη ἐν Ἰλίῳ , ἀποδοθῆναι ἂν αὐτὴν τοῖσι Ἕλλησι ἤτοι ἑκόντος γε ἀέκοντος Ἀλεξάνδρου . Οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβὴς ἦν Πρίαμος οὐδὲ οἱ ἄλλοι προσήκοντες αὐτῷ , ὥστε τοῖσι σφετέροισι σώμασι καὶ τοῖσι τέκνοισι καὶ τῇ πόλι κινδυνεύειν ἐβούλοντο , ὅκως Ἀλέξανδρος Ἑλένῃ συνοικέῃ . Εἰ δέ τοι καὶ ἐν τοῖσι πρώτοισι χρόνοισι ταῦτα ἐγίνωσκον , ἐπεὶ πολλοὶ μὲν τῶν ἄλλων Τρώων , ὁκότε συμμίσγοιεν τοῖσι Ἕλλησι , ἀπώλλυντο , αὐτοῦ δὲ Πριάμου οὐκ ἔστι ὅτε οὐ δύο τρεῖς καὶ ἔτι πλέους τῶν παίδων μάχης γινομένης ἀπέθνῃσκον εἰ χρή τι τοῖσι ἐποποιοῖσι χρεώμενον λέγειν , τούτων δὲ τοιούτων συμβαινόντων ἐγὼ μὲν ἔλπομαι , εἰ καὶ αὐτὸς Πρίαμος συνοίκεε Ἑλένῃ , ἀποδοῦναι ἂν αὐτὴν τοῖσι Ἀχαιοῖσι , μέλλοντά γε δὴ τῶν παρεόντων κακῶν ἀπαλλαγήσεσθαι . Οὐ μὲν οὐδὲ βασιληίη ἐς Ἀλέξανδρον περιήϊε , ὥστε γέροντος Πριάμου ἐόντος ἐπ’ ἐκείνῳ τὰ πρήγματα εἶναι , ἀλλὰ Ἕκτωρ καὶ πρεσβύτερος καὶ ἀνὴρ ἐκείνου μᾶλλον ἐὼν ἔμελλε αὐτὴν Πριάμου ἀποθανόντος παραλάμψεσθαι , τὸν οὐ προσῆκε ἀδικέοντι τῷ ἀδελφεῷ ἐπιτρέπειν , καὶ ταῦτα μεγάλων κακῶν δι’ αὐτὸν συμβαινόντων ἰδίῃ τε αὐτῷ καὶ τοῖσι ἄλλοισι πᾶσι Τρωσί . Ἀλλ’ οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι οὐδὲ λέγουσι αὐτοῖσι τὴν ἀληθείην ἐπίστευον οἱ Ἕλληνες , ὡς μὲν ἐγὼ γνώμην ἀποφαίνομαι , τοῦ δαιμονίου παρασκευάζοντος ὅκως πανωλεθρίῃ ἀπολόμενοι καταφανὲς τοῦτο τοῖσι ἀνθρώποισι ποιήσωσι , ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσὶ καὶ αἱ τιμωρίαι παρὰ τῶν θεῶν . Καὶ ταῦτα μὲν τῇ ἐμοὶ δοκέει εἴρηται .