2.121 Πρωτέος δὲ ἐκδέξασθαι τὴν βασιληίην Ῥαμψίνιτον ἔλεγον , ὃς μνημόσυνα ἐλίπετο τὰ προπύλαια τὰ πρὸς ἑσπέρην τετραμμένα τοῦ Ἡφαιστείου , ἀντίους δὲ τῶν προπυλαίων ἔστησε ἀνδριάντας δύο , ἐόντας τὸ μέγαθος πέντε καὶ εἴκοσι πήχεων , τῶν Αἰγύπτιοι τὸν μὲν πρὸς βορέω ἑστεῶτα καλέουσι Θέρος , τὸν δὲ πρὸς νότον Χειμῶνα · καὶ τὸν μὲν καλέουσι Θέρος , τοῦτον μὲν προσκυνέουσί τε καὶ εὖ ποιεῦσι , τὸν δὲ Χειμῶνα καλεόμενον τὰ ἔμπαλιν τούτων ἔρδουσι . ʹ
2.122 Μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω ἐς τὸν οἱ Ἕλληνες Ἀΐδην νομίζουσι εἶναι , καὶ κεῖθι συγκυβεύειν τῇ Δήμητρι , καὶ τὰ μὲν νικᾶν αὐτήν , τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς , καί μιν πάλιν ἄνω ἀπικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρώμακτρον χρύσεον . Ἀπὸ δὲ τῆς Ῥαμψινίτου καταβάσιος , ὡς πάλιν ἀπίκετο , ὁρτὴν δὴ ἀνάγειν Αἰγυπτίους ἔφασαν , τὴν καὶ ἐγὼ οἶδα ἔτι καὶ ἐς ἐμὲ ἐπιτελέοντας αὐτούς · οὐ μέντοι εἴ γε διὰ ταῦτα ὁρτάζουσι ἔχω λέγειν . Φᾶρος δὲ αὐτημερὸν ἐξυφήναντες οἱ ἱρέες κατ’ ὦν ἔδησαν ἑνὸς ἑωυτῶν μίτρῃ τοὺς ὀφθαλμούς , ἀγαγόντες δέ μιν ἔχοντα τὸ φᾶρος ἐς ὁδὸν φέρουσαν ἐς ἱρὸν Δήμητρος αὐτοὶ ἀπαλλάσσονται ὀπίσω . Τὸν δὲ ἱρέα τοῦτον καταδεδεμένον τοὺς ὀφθαλμοὺς λέγουσι ὑπὸ δύο λύκων ἄγεσθαι ἐς τὸ ἱρὸν τῆς Δήμητρος ἀπέχον τῆς πόλιος εἴκοσι σταδίους , καὶ αὖτις ὀπίσω ἐκ τοῦ ἱροῦ ἀπάγειν μιν τοὺς λύκους ἐς τὠυτὸ χωρίον .