2.119 Ἀπικόμενος δὲ Μενέλεως ἐς τὴν Αἴγυπτον καὶ ἀναπλώσας ἐς τὴν Μέμφιν , εἴπας τὴν ἀληθείην τῶν πρηγμάτων , καὶ ξεινίων ἤντησε μεγάλων καὶ Ἑλένην ἀπαθέα κακῶν ἀπέλαβε , πρὸς δὲ καὶ τὰ ἑωυτοῦ χρήματα πάντα . Τυχὼν μέντοι τούτων ἐγένετο Μενέλεως ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους . Ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἶσχον ἄπλοιαι . Ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτο ἦν , ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον · λαβὼν γὰρ δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ἐποίησε . Μετὰ δέ , ὡς ἐπάϊστος ἐγένετο τοῦτο ἐργασμένος , μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης . Τὸ ἐνθεῦτεν δὲ ὅκῃ ἔτι ἐτράπετο , οὐκ εἶχον εἰπεῖν Αἰγύπτιοι . Τούτων δὲ τὰ μὲν ἱστορίῃσι ἔφασαν ἐπίστασθαι , τὰ δὲ παρ’ ἑωυτοῖσι γενόμενα ἀτρεκέως ἐπιστάμενοι λέγειν .