2.118 Εἰρομένου δέ μεο τοὺς ἱρέας εἰ μάταιον λόγον λέγουσι οἱ Ἕλληνες τὰ περὶ Ἴλιον γενέσθαι οὔ , ἔφασαν πρὸς ταῦτα τάδε , ἱστορίῃσι φάμενοι εἰδέναι παρ’ αὐτοῦ Μενέλεω . Ἐλθεῖν μὲν γὰρ μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐς τὴν Τευκρίδα γῆν Ἑλλήνων στρατιὴν πολλὴν βοηθέουσαν Μενέλεῳ · ἐκβᾶσαν δὲ ἐς γῆν καὶ ἱδρυθεῖσαν τὴν στρατιὴν πέμπειν ἐς τὸ Ἴλιον ἀγγέλους , σὺν δέ σφι ἰέναι καὶ αὐτὸν Μενέλεων . Τοὺς δ’ ἐπείτε ἐσελθεῖν ἐς τὸ τεῖχος , ἀπαιτέειν Ἑλένην τε καὶ τὰ χρήματα τά οἱ οἴχετο κλέψας Ἀλέξανδρος , τῶν τε ἀδικημάτων δίκας αἰτέειν . Τοὺς δὲ Τευκροὺς τὸν αὐτὸν λόγον λέγειν τότε καὶ μετέπειτα , καὶ ὀμνύντας καὶ ἀνωμοτί , μὴ μὲν ἔχειν Ἑλένην μηδὲ τὰ ἐπικαλεόμενα χρήματα , ἀλλ’ εἶναι αὐτὰ πάντα ἐν Αἰγύπτῳ , καὶ οὐκ ἂν δικαίως αὐτοὶ δίκας ὑπέχειν τῶν Πρωτεὺς Αἰγύπτιος βασιλεὺς ἔχει . Οἱ δὲ Ἕλληνες καταγελᾶσθαι δοκέοντες ὑπ’ αὐτῶν οὕτω δὴ ἐπολιόρκεον , ἐς ἐξεῖλον . Ἑλοῦσι δὲ τὸ τεῖχος ὡς οὐκ ἐφαίνετο Ἑλένη , ἀλλὰ τὸν αὐτὸν λόγον τῷ προτέρῳ ἐπυνθάνοντο , οὕτω δὴ πιστεύσαντες τῷ λόγῳ τῷ πρώτῳ οἱ Ἕλληνες αὐτὸν Μενέλεων ἀποστέλλουσι παρὰ Πρωτέα .