2.115 Ἀκούσας δὲ ταῦτα Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει · μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα , πρὸς δὲ καὶ τοὺς ἱκέτας . Ἀνακομισθέντων δὲ πάντων , εἰρώτα τὸν Ἀλέξανδρον Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι . δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι . Μετὰ δὲ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι · πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην , ἤλεγχον οἱ γενόμενοι ἱκέται ἐξηγεόμενοι πάντα λόγον τοῦ ἀδικήματος . Τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει Πρωτεύς , λέγων ὅτι · ʹ Ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεόμην μηδένα ξείνων κτείνειν , ὅσοι ὑπ’ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν , ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτεισάμην , ὅς , κάκιστε ἀνδρῶν , ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο . Παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες · καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε , ἀλλ’ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας . Καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε , ἀλλὰ καὶ τὰ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις . Νῦν ὦν , ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν , γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι , ἀλλ’ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω , ἐς ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ · αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι , εἰ δὲ μή , ἅτε πολεμίους περιέψεσθαι . ʹ ʹ