2.114 Ἀκούσας δὲ τούτων Θῶνις πέμπει τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε · ʹ Ἥκει ξεῖνος , γένος μὲν Τευκρός , ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος · ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει καὶ πολλὰ κάρτα χρήματα , ὑπὸ ἀνέμων ἐς γῆν τὴν σὴν ἀπενειχθείς . Κότερα δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἀπελώμεθα τὰ ἔχων ἦλθε ; ʹ Ἀντιπέμπει πρὸς ταῦτα Πρωτεὺς λέγοντα τάδε · ʹ Ἄνδρα τοῦτον , ὅστις κοτέ ἐστι , ἀνόσια ἐργασμένον ξεῖνον τὸν ἑωυτοῦ συλλαβόντες ἀπάγετε παρ’ ἐμέ , ἵνα εἰδέω τι κοτὲ καὶ λέξει ʹ .