2.116 Ἑλένης μὲν ταύτην ἄπιξιν παρὰ Πρωτέα ἔλεγον οἱ ἱρέες γενέσθαι . Δοκέει δέ μοι καὶ Ὅμηρος τὸν λόγον τοῦτον πυθέσθαι · ἀλλ’ , οὐ γὰρ ὁμοίως ἐς τὴν ἐποποιίην εὐπρεπὴς ἦν τῷ ἑτέρῳ τῷ περ ἐχρήσατο , ἐς μετῆκε αὐτόν , δηλώσας ὡς καὶ τοῦτον ἐπίσταιτο τὸν λόγον . Δῆλον δέ , κατά περ ἐποίησε ἐν Ἰλιάδι καὶ οὐδαμῇ ἄλλῃ ἀνεπόδισε ἑωυτόν πλάνην τὴν Ἀλεξάνδρου , ὡς ἀπηνείχθη ἄγων Ἑλένην τῇ τε δὴ ἄλλῃ πλαζόμενος καὶ ὡς ἐς Σιδῶνα τῆς Φοινίκης ἀπίκετο . Ἐπιμέμνηται δὲ αὐτοῦ ἐν Διομήδεος Ἀριστηίῃ · λέγει δὲ τὰ ἔπεα ὧδε · ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλοι , ἔργα γυναικῶν Σιδονίων , τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν , ἐπιπλὼς εὐρέα πόντον , τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν . Ἐπιμέμνηται δὲ καὶ ἐν Ὀδυσσείῃ ἐν τοῖσδε τοῖσι ἔπεσι · τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα , ἐσθλά , τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα , πολλὰ μὲν ἐσθλὰ μεμιγμένα , πολλὰ δὲ λυγρά . Καὶ τάδε ἕτερα πρὸς Τηλέμαχον Μενέλεως λέγει · Αἰγύπτῳ μ’ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον , ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας . Ἐν τούτοισι τοῖσι ἔπεσι δηλοῖ ὅτι ἠπίστατο τὴν ἐς Αἴγυπτον Ἀλεξάνδρου πλάνην · ὁμουρέει γὰρ Συρίη Αἰγύπτῳ , οἱ δὲ Φοίνικες , τῶν ἐστι Σιδών , ἐν τῇ Συρίῃ οἰκέουσι .