2.113 Ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε . Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ · καί μιν , ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ , ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος , ἐνθεῦτεν δέ οὐ γὰρ ἀνίει τὰ πνεύματα ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἔς τε τὸ νῦν Κανωβικὸν καλεόμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχηίας . Ἦν δὲ ἐπὶ τῆς ἠιόνος , τὸ καὶ νῦν ἐστι , Ἡρακλέος ἱρόν , ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτεο ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά , ἑωυτὸν διδοὺς τῷ θεῷ , οὐκ ἔξεστι τούτου ἅψασθαι · νόμος οὗτος διατελέει ἐὼν ὅμοιος τὸ μέχρι ἐμέο ἀπ’ ἀρχῆς . Τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον , ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου , βουλόμενοι βλάπτειν αὐτόν , πάντα λόγον ἐξηγεόμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην · κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν τοῦ στόματος τούτου φύλακον , τῷ οὔνομα ἦν Θῶνις .