2.112 Τούτου δὲ ἐκδέξασθαι τὴν βασιληίην ἔλεγον ἄνδρα Μεμφίτην , τῷ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν οὔνομα Πρωτέα εἶναι . Τοῦ νῦν τέμενος ἔστι ἐν Μέμφι κάρτα καλόν τε καὶ εὖ ἐσκευασμένον , τοῦ Ἡφαιστείου πρὸς νότον ἄνεμον κείμενον . Περιοικέουσι δὲ τὸ τέμενος τοῦτο Φοίνικες Τύριοι , καλέεται δὲ χῶρος οὗτος συνάπας Τυρίων Στρατόπεδον . Ἔστι δὲ ἐν τῷ τεμένεϊ τοῦ Πρωτέος ἱρὸν τὸ καλέεται Ξείνης Ἀφροδίτης . Συμβάλλομαι δὲ τοῦτο τὸ ἱρὸν εἶναι Ἑλένης τῆς Τυνδάρεω , καὶ τὸν λόγον ἀκηκοὼς ὡς διαιτήθη Ἑλένη παρὰ Πρωτέϊ , καὶ δὴ καὶ ὅτι Ξείνης Ἀφροδίτης ἐπώνυμόν ἐστι · ὅσα γὰρ ἄλλα Ἀφροδίτης ἱρά ἐστι , οὐδαμῶς Ξείνης ἐπικαλέεται .