2.111 Σεσώστριος δὲ τελευτήσαντος ἐκδέξασθαι ἔλεγον τὴν βασιληίην τὸν παῖδα αὐτοῦ Φερῶν . Τὸν ἀποδέξασθαι μὲν οὐδεμίαν στρατηίην , συνενειχθῆναι δέ οἱ τυφλὸν γενέσθαι διὰ τοιόνδε πρῆγμα · τοῦ ποταμοῦ κατελθόντος μεγίστου δὴ τότε ἐπ’ ὀκτωκαίδεκα πήχεας , ὡς ὑπερέβαλε τὰς ἀρούρας , πνεύματος ἐμπεσόντος κυματίης ποταμὸς ἐγένετο · τὸν δὲ βασιλέα λέγουσι τοῦτον ἀτασθαλίῃ χρησάμενον λαβόντα αἰχμὴν βαλεῖν ἐς μέσας τὰς δίνας τοῦ ποταμοῦ , μετὰ δὲ αὐτίκα καμόντα αὐτὸν τοὺς ὀφθαλμοὺς τυφλωθῆναι . Δέκα μὲν δὴ ἔτεα εἶναί μιν τυφλόν · ἑνδεκάτῳ δὲ ἔτεϊ ἀπικέσθαι οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς ἐξήκει τέ οἱ χρόνος τῆς ζημίης καὶ ἀναβλέψει γυναικὸς οὔρῳ νιψάμενος τοὺς ὀφθαλμούς , ἥτις παρὰ τὸν ἑωυτῆς ἄνδρα μοῦνον πεφοίτηκε , ἄλλων ἀνδρῶν ἐοῦσα ἄπειρος . Καὶ τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι · μετὰ δέ , ὡς οὐκ ἀνέβλεπε , ἐπεξῆς πολλέων πειρᾶσθαι . Ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη , πλὴν τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε , ἐς μίαν πόλιν , νῦν καλέεται Ἐρυθρὴ Βῶλος , ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι . Τῆς δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε , ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα . Ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καί , τοῦ γε λόγον μάλιστα ἄξιόν ἐστι ἔχειν , ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα , ὀβελοὺς δύο λιθίνους , ἐξ ἑνὸς ἐόντας ἑκάτερον λίθου , μῆκος μὲν ἑκάτερον πήχεων ἑκατόν , εὖρος δὲ ὀκτὼ πήχεων .