2.109 Κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα , κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα , καὶ ἀπὸ τούτου τὰς προσόδους ποιήσασθαι , ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατ’ ἐνιαυτόν . Εἰ δέ τινος τοῦ κλήρου ποταμός τι παρέλοιτο , ἐλθὼν ἂν πρὸς αὐτὸν ἐσήμαινε τὸ γεγενημένον · δὲ ἔπεμπε τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας ὅσῳ ἐλάσσων χῶρος γέγονε , ὅκως τοῦ λοιποῦ κατὰ λόγον τῆς τεταγμένης ἀποφορῆς τελέοι . Δοκέει δέ μοι ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐς τὴν Ἑλλάδα ἐπανελθεῖν . Πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνες .
2.110 Βασιλεὺς μὲν δὴ οὗτος μοῦνος Αἰγύπτιος Αἰθιοπίης ἦρξε . Μνημόσυνα δὲ ἐλίπετο πρὸ τοῦ Ἡφαιστείου ἀνδριάντας λιθίνους δύο μὲν τριήκοντα πήχεων , ἑωυτόν τε καὶ τὴν γυναῖκα , τοὺς δὲ παῖδας ἐόντας τέσσερας , εἴκοσι πήχεων ἕκαστον . Τῶν δὴ ἱρεὺς τοῦ Ἡφαίστου χρόνῳ μετέπειτα πολλῷ Δαρεῖον τὸν Πέρσην οὐ περιεῖδε ἱστάντα ἔμπροσθε ἀνδριάντα , φὰς οὔ οἱ πεποιῆσθαι ἔργα οἷά περ Σεσώστρι τῷ Αἰγυπτίῳ · Σέσωστριν μὲν γὰρ ἄλλα τε καταστρέψασθαι ἔθνεα οὐκ ἐλάσσω ἐκείνου καὶ δὴ καὶ Σκύθας , Δαρεῖον δὲ οὐ δυνασθῆναι Σκύθας ἑλεῖν · οὐκ ὦν δίκαιον εἶναι ἱστάναι ἔμπροσθε τῶν ἐκείνου ἀναθημάτων μὴ οὐκ ὑπερβαλόμενον τοῖσι ἔργοισι . Δαρεῖον μέν νυν λέγουσι πρὸς ταῦτα συγγνώμην ποιήσασθαι .