2.108 Νοστήσας δὲ Σέσωστρις ἐς τὴν Αἴγυπτον καὶ τεισάμενος τὸν ἀδελφεὸν τῷ μὲν ὁμίλῳ τὸν ἐπηγάγετο τῶν τὰς χώρας κατεστρέψατο , τούτῳ μὲν τάδε ἐχρήσατο · τούς τέ οἱ λίθους τοὺς ἐπὶ τούτου τοῦ βασιλέος κομισθέντας ἐς τοῦ Ἡφαίστου τὸ ἱρόν , ἐόντας μεγάθεϊ περιμήκεας , οὗτοι ἦσαν οἱ ἑλκύσαντες , καὶ τὰς διώρυχας τὰς νῦν ἐούσας ἐν Αἰγύπτῳ πάσας οὗτοι ἀναγκαζόμενοι ὤρυσσον , ἐποίευν τε οὐκ ἑκόντες Αἴγυπτον , τὸ πρὶν ἐοῦσαν ἱππασίμην καὶ ἁμαξευομένην πᾶσαν , ἐνδέα τούτων · ἀπὸ γὰρ τούτου τοῦ χρόνου Αἴγυπτος , ἐοῦσα πᾶσα πεδιάς , ἄνιππος καὶ ἀναμάξευτος γέγονε · αἴτιαι δὲ τούτων αἱ διώρυχες γεγόνασι , ἐοῦσαι πολλαὶ καὶ παντοίους τρόπους ἔχουσαι . Κατέταμνε δὲ τοῦδε εἵνεκα τὴν χώρην βασιλεύς · ὅσοι τῶν Αἰγυπτίων μὴ ἐπὶ τῷ ποταμῷ ἔκτηντο τὰς πόλις ἀλλ’ ἀναμέσους , οὗτοι , ὅκως τε ἀπίοι ποταμὸς . . . , σπανίζοντες ὑδάτων πλατυτέροισι ἐχρέωντο τοῖσι πόμασι , ἐκ φρεάτων ἀρυόμενοι · τούτων μὲν δὴ εἵνεκα κατετμήθη Αἴγυπτος .