2.104 Φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι . Νοήσας δὲ πρότερον αὐτὸς ἀκούσας ἄλλων λέγω · ὡς δέ μοι ἐν φροντίδι ἐγένετο , εἰρόμην ἀμφοτέρους , καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων οἱ Αἰγύπτιοι τῶν Κόλχων · νομίζειν δ’ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους . Αὐτὸς δὲ εἴκασα τῇδε · καὶ ὅτι μελάγχροές εἰσι καὶ οὐλότριχες καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει · εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι , ἀλλὰ τοῖσδε καὶ μᾶλλον ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπ’ ἀρχῆς τὰ αἰδοῖα . Φοίνικες δὲ καὶ Σύριοι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρ’ Αἰγυπτίων μεμαθηκέναι , Σύριοι δὲ οἱ περὶ Θερμώδοντα ποταμὸν καὶ Παρθένιον καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι . Οὗτοι γάρ εἰσι οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι , καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά . Αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον · ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν . Ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον , μέγα μοι καὶ τόδε τεκμήριον γίνεται · Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται , οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα , ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα .