2.105 Φέρε νυν καὶ ἄλλο εἴπω περὶ τῶν Κόλχων , ὡς Αἰγυπτίοισι προσφερέες εἰσί · λίνον μοῦνοι οὗτοί τε καὶ Αἰγύπτιοι ἐργάζονται κατὰ ταὐτά . Καὶ ζόη πᾶσα καὶ γλῶσσα ἐμφερής ἐστι ἀλλήλοισι . Λίνον δὲ τὸ μὲν κολχικὸν ὑπὸ Ἑλλήνων σαρδονικὸν κέκληται , τὸ μέντοι ἀπ’ Αἰγύπτου ἀπικνεόμενον καλέεται αἰγύπτιον . ʹ
2.106 Τὰς δὲ στήλας τὰς ἵστα κατὰ τὰς χώρας Αἰγύπτου βασιλεὺς Σέσωστρις , αἱ μὲν πλέονες οὐκέτι φαίνονται περιεοῦσαι , ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα . Εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός , τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην . Ἑκατέρωθι δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς , τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμήν , τῇ δὲ ἀριστερῇ τόξα , καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως · καὶ γὰρ αἰγυπτίην καὶ αἰθιοπίδα ἔχει . Ἐκ δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ αἰγύπτια διήκει ἐγκεκολαμμένα , λέγοντα τάδε · ʹ Ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην ʹ . Ὅστις δὲ καὶ ὁκόθεν ἐστί , ἐνθαῦτα μὲν οὐ δηλοῖ , ἑτέρωθι δὲ δεδήλωκε . Τὰ δὴ καὶ μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι , πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι .