2.103 Ταῦτα δὲ ποιέων διεξήιε τὴν ἤπειρον , ἐς ἐκ τῆς Ἀσίης ἐς τὴν Εὐρώπην διαβὰς τούς τε Σκύθας κατεστρέψατο καὶ τοὺς Θρήικας . Ἐς τούτους δέ μοι δοκέει καὶ προσώτατα ἀπικέσθαι αἰγύπτιος στρατός · ἐν μὲν γὰρ τῇ τούτων χώρῃ φαίνονται σταθεῖσαι αἱ στῆλαι , τὸ δὲ προσωτέρω τούτων οὐκέτι . Ἐνθεῦτεν δὲ ἐπιστρέψας ὀπίσω ἤιε · καὶ ἐπείτε ἐγίνετο ἐπὶ Φάσι ποταμῷ , οὐκ ἔχω τὸ ἐνθεῦτεν ἀτρεκέως εἰπεῖν εἴτε αὐτὸς βασιλεὺς Σέσωστρις ἀποδασάμενος τῆς ἑωυτοῦ στρατιῆς μόριον ὅσον δὴ αὐτοῦ κατέλιπε τῆς χώρης οἰκήτορας , εἴτε τῶν τινες στρατιωτέων τῇ πλάνῃ αὐτοὶ ἀχθεσθέντες περὶ Φᾶσιν ποταμὸν κατέμειναν .