2.99 Μέχρι μὲν τούτου ὄψις τε ἐμὴ καὶ γνώμη καὶ ἱστορίη ταῦτα λέγουσά ἐστι , τὸ δὲ ἀπὸ τοῦδε αἰγυπτίους ἔρχομαι λόγους ἐρέων κατὰ τὰ ἤκουον · προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος . Τὸν Μῖνα πρῶτον βασιλεύσαντα Αἰγύπτου οἱ ἱρέες ἔλεγον τοῦτο μὲν ἀπογεφυρῶσαι καὶ τὴν Μέμφιν · τὸν γὰρ ποταμὸν πάντα ῥέειν παρὰ τὸ ὄρος τὸ ψάμμινον πρὸς Λιβύης , τὸν δὲ Μῖνα ἄνωθεν , ὅσον τε ἑκατὸν σταδίους ἀπὸ Μέμφιος τὸν πρὸς μεσαμβρίης , ἀγκῶνα προσχώσαντα τὸ μὲν ἀρχαῖον ῥέεθρον ἀποξηρῆναι , τὸν δὲ ποταμὸν ὀχετεῦσαι τὸ μέσον τῶν ὀρέων ῥέειν . Ἔτι δὲ καὶ νῦν ὑπὸ Περσέων ἀγκὼν οὗτος τοῦ Νείλου , ὡς ἀπεργμένος ῥέῃ , ἐν φυλακῇσι μεγάλῃσι ἔχεται , φρασσόμενος ἀνὰ πᾶν ἔτος · εἰ γὰρ ἐθελήσει ῥήξας ὑπερβῆναι ποταμὸς ταύτῃ , κίνδυνος πάσῃ Μέμφι κατακλυσθῆναί ἐστι . Ὡς δὲ τῷ Μῖνι τούτῳ τῷ πρώτῳ γενομένῳ βασιλέϊ χέρσον γεγονέναι τὸ ἀπεργμένον , τοῦτο μὲν ἐν αὐτῷ πόλιν κτίσαι ταύτην ἥτις νῦν Μέμφις καλέεται ἔστι γὰρ καὶ Μέμφις ἐν τῷ στεινῷ τῆς Αἰγύπτου , ἔξωθεν δὲ αὐτῆς περιορύξαι λίμνην ἐκ τοῦ ποταμοῦ πρὸς βορέην τε καὶ πρὸς ἑσπέρην τὸ γὰρ πρὸς τὴν ἠῶ αὐτὸς Νεῖλος ἀπέργει , τοῦτο δὲ τοῦ Ἡφαίστου τὸ ἱρὸν ἱδρύσασθαι ἐν αὐτῇ , ἐὸν μέγα τε καὶ ἀξιαπηγητότατον .