2.100 Μετὰ δὲ τοῦτον κατέλεγον οἱ ἱρέες ἐκ βύβλου ἄλλων βασιλέων τριηκοσίων τε καὶ τριήκοντα οὐνόματα . Ἐν τοσαύτῃσι δὲ γενεῇσι ἀνθρώπων ὀκτωκαίδεκα μὲν Αἰθίοπες ἦσαν , μία δὲ γυνὴ ἐπιχωρίη , οἱ δὲ ἄλλοι ἄνδρες Αἰγύπτιοι . Τῇ δὲ γυναικὶ οὔνομα ἦν , ἥτις ἐβασίλευσε , τό περ τῇ Βαβυλωνίῃ , Νίτωκρις . Τὴν ἔλεγον τιμωρέουσαν ἀδελφεῷ , τὸν Αἰγύπτιοι βασιλεύοντά σφεων ἀπέκτειναν , ἀποκτείναντες δὲ οὕτω ἐκείνῃ ἀπέδοσαν τὴν βασιληίην , τούτῳ τιμωρέουσαν πολλοὺς Αἰγυπτίων δόλῳ διαφθεῖραι . Ποιησαμένην γάρ μιν οἴκημα περίμηκες ὑπόγαιον καινοῦν τῷ λόγῳ , νόῳ δὲ ἄλλα μηχανᾶσθαι · καλέσασαν δέ μιν Αἰγυπτίων τοὺς μάλιστα μεταιτίους τοῦ φόνου ᾔδεε , πολλοὺς ἱστιᾶν , δαινυμένοισι δὲ ἐπεῖναι τὸν ποταμὸν δι’ αὐλῶνος κρυπτοῦ μεγάλου . Ταύτης μὲν πέρι τοσαῦτα ἔλεγον , πλὴν ὅτι αὐτήν μιν , ὡς τοῦτο ἐξέργαστο , ῥίψαι ἐς οἴκημα σποδοῦ πλέον , ὅκως ἀτιμώρητος γένηται .
2.101 Τῶν δὲ ἄλλων βασιλέων , οὐ γὰρ ἔλεγον οὐδεμίαν ἔργων ἀπόδεξιν , κατ’ οὐδὲν εἶναι λαμπρότητος , πλὴν ἑνὸς τοῦ ἐσχάτου αὐτῶν Μοίριος · τοῦτον δὲ ἀποδέξασθαι μνημόσυνα τοῦ Ἡφαίστου τὰ πρὸς βορέην ἄνεμον τετραμμένα προπύλαια , λίμνην τε ὀρύξαι , τῆς περίοδος ὅσων ἐστὶ σταδίων ὕστερον δηλώσω , πυραμίδας τε ἐν αὐτῇ οἰκοδομῆσαι , τῶν τοῦ μεγάθεος πέρι ὁμοῦ αὐτῇ τῇ λίμνῃ ἐπιμνήσομαι . Τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι , τῶν δὲ ἄλλων οὐδένα οὐδέν .