2.97 Ἐπεὰν δὲ ἐπέλθῃ Νεῖλος τὴν χώρην , αἱ πόλιες μοῦναι φαίνονται ὑπερέχουσαι , μάλιστά κῃ ἐμφερέες τῇσι ἐν τῷ Αἰγαίῳ πόντῳ νήσοισι · τὰ μὲν γὰρ ἄλλα τῆς Αἰγύπτου πέλαγος γίνεται , αἱ δὲ πόλιες μοῦναι ὑπερέχουσι . Πορθμεύονται ὦν , ἐπεὰν τοῦτο γένηται , οὐκέτι κατὰ τὰ ῥέεθρα τοῦ ποταμοῦ ἀλλὰ διὰ μέσου τοῦ πεδίου . Ἐς μέν γε Μέμφιν ἐκ Ναυκράτιος ἀναπλέοντι παρ’ αὐτὰς τὰς πυραμίδας γίνεται πλόος · ἔστι δὲ οὐκ οὗτος , ἀλλὰ παρὰ τὸ ὀξὺ τοῦ Δέλτα καὶ παρὰ Κερκάσωρον πόλιν . Ἐς δὲ Ναύκρατιν ἀπὸ θαλάσσης καὶ Κανώβου διὰ πεδίου πλέων ἥξεις κατ’ Ἄνθυλλάν τε πόλιν καὶ τὴν Ἀρχάνδρου καλεομένην .
2.98 Τουτέων δὲ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος δίδοται τοῦ αἰεὶ βασιλεύοντος Αἰγύπτου τῇ γυναικί · τοῦτο δὲ γίνεται ἐξ ὅσου ὑπὸ Πέρσῃσί ἐστι Αἴγυπτος . δὲ ἑτέρη πόλις δοκέει μοι τὸ οὔνομα ἔχειν ἀπὸ τοῦ Δαναοῦ γαμβροῦ , Ἀρχάνδρου τοῦ Φθίου τοῦ Ἀχαιοῦ · καλέεται γὰρ δὴ Ἀρχάνδρου πόλις . Εἴη δ’ ἂν καὶ ἄλλος τις Ἄρχανδρος , οὐ μέντοι γε αἰγύπτιον τὸ οὔνομα .