2.96 Τὰ δὲ δὴ πλοῖά σφι τοῖσι φορτηγέουσι ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα , τῆς μορφὴ μέν ἐστι ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ , τὸ δὲ δάκρυον κόμμι ἐστί . Ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι , ναυπηγεόμενοι τρόπον τοιόνδε · περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα · ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται , ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν · νομεῦσι δὲ οὐδὲν χρέωνται · ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ . Πηδάλιον δὲ ἓν ποιεῦνται , καὶ τοῦτο διὰ τῆς τρόπιος διαβυνέεται · ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται , ἱστίοισι δὲ βυβλίνοισι . Ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν , ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ , ἐκ γῆς δὲ παρέλκεται . Κατὰ ῥόον δὲ κομίζεται ὧδε · ἔστι ἐκ μυρίκης πεποιημένη θύρη , κατερραμμένη ῥιπὶ καλάμων , καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν · τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι , τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε · μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν τοῦτο γὰρ δὴ οὔνομά ἐστι τοῖσι πλοίοισι τούτοισι , δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον . Ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλὰ καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων . ʹ