2.94 Ἀλείφατι δὲ χρέωνται Αἰγυπτίων οἱ περὶ τὰ ἕλεα οἰκέοντες ἀπὸ τῶν σιλλικυπρίων τοῦ καρποῦ , τὸ καλέουσι μὲν Αἰγύπτιοι κίκι , ποιεῦσι δὲ ὧδε . Παρὰ τὰ χείλεα τῶν τε ποταμῶν καὶ τῶν λιμνέων σπείρουσι τὰ σιλλικύπρια ταῦτα , τὰ ἐν Ἕλλησι αὐτόματα ἄγρια φύεται · ταῦτα ἐν τῇ Αἰγύπτῳ σπειρόμενα καρπὸν φέρει πολλὸν μέν , δυσώδεα δέ · τοῦτον ἐπεὰν συλλέξωνται , οἱ μὲν κόψαντες ἀπιποῦσι , οἱ δὲ καὶ φρύξαντες ἀπέψουσι καὶ τὸ ἀπορρέον ἀπ’ αὐτοῦ συγκομίζονται . Ἔστι δὲ πῖον καὶ οὐδὲν ἧσσον τοῦ ἐλαίου τῷ λύχνῳ προσηνές , ὀδμὴν δὲ βαρέαν παρέχεται .
2.95 Πρὸς δὲ τοὺς κώνωπας ἀφθόνους ἐόντας τάδε σφί ἐστι μεμηχανημένα . Τοὺς μὲν τὰ ἄνω τῶν ἑλέων οἰκέοντας οἱ πύργοι ὠφελέουσι , ἐς τοὺς ἀναβαίνοντες κοιμῶνται · οἱ γὰρ κώνωπες ὑπὸ τῶν ἀνέμων οὐκ οἷοί τέ εἰσι ὑψοῦ πέτεσθαι . Τοῖσι δὲ περὶ τὰ ἕλεα οἰκέουσι τάδε ἀντὶ τῶν πύργων ἄλλα μεμηχάνηται · πᾶς ἀνὴρ αὐτῶν ἀμφίβληστρον ἔκτηται , τῷ τῆς μὲν ἡμέρης ἰχθῦς ἀγρεύει , τὴν δὲ νύκτα τάδε αὐτῷ χρᾶται · ἐν τῇ ἀναπαύεται κοίτῃ , περὶ ταύτην ἵστησι τὸ ἀμφίβληστρον καὶ ἔπειτα ἐσδὺς ὑπ’ αὐτὸ καθεύδει . Οἱ δὲ κώνωπες , ἢν μὲν ἐν ἱματίῳ ἐνειλιξάμενος εὕδῃ σινδόνι , διὰ τούτων δάκνουσι · διὰ δὲ τοῦ δικτύου οὐδὲ πειρῶνται ἀρχήν .