2.93 Οἱ δὲ ἰχθύες οἱ ἀγελαῖοι ἐν μὲν τοῖσι ποταμοῖσι οὐ μάλα γίνονται , τρεφόμενοι δὲ ἐν τῇσι λίμνῃσι τοιάδε ποιεῦσι . Ἐπεάν σφεας ἐσίῃ οἶστρος κυίσκεσθαι , ἀγεληδὸν ἐκπλώουσι ἐς θάλασσαν · ἡγέονται δὲ οἱ ἔρσενες ἀπορραίνοντες τοῦ θοροῦ , αἱ δὲ ἑπόμεναι ἀνακάπτουσι καὶ ἐξ αὐτοῦ κυίσκονται . Ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ , ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι · ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί , ἀλλὰ τῶν θηλέων γίνεται ἡγεμονίη . Ἡγεόμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες · τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατ’ ὀλίγους τῶν κέγχρων , οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι . Εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες · ἐκ δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται . Οἳ δ’ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν , φαίνονται τετριμμένοι τὰ ἐπ’ ἀριστερὰ τῶν κεφαλέων · οἳ δ’ ἂν ὀπίσω ἀναπλώοντες , τὰ ἐπὶ δεξιὰ τετρίφαται . Πάσχουσι δὲ ταῦτα διὰ τόδε · ἐχόμενοι τῆς γῆς ἐπ’ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν , καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται , ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα , ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον . Ἐπεὰν δὲ πληθύεσθαι ἄρχηται Νεῖλος , τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ · καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα . Κόθεν δὲ οἰκὸς αὐτοὺς γίνεσθαι , ἐγώ μοι δοκέω κατανοέειν τοῦτο . Τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ Νεῖλος , οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται · ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ , ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι . Καὶ περὶ μὲν τοὺς ἰχθῦς οὕτως ἔχει .