2.92 Ταῦτα μὲν πάντα οἱ κατύπερθε τῶν ἑλέων οἰκέοντες Αἰγύπτιοι νομίζουσι . Οἱ δὲ δὴ ἐν τοῖσι ἕλεσι κατοικημένοι τοῖσι μὲν αὐτοῖσι νόμοισι χρέωνται τοῖσι καὶ οἱ ἄλλοι Αἰγύπτιοι , καὶ τἆλλα καὶ γυναικὶ μιῇ ἕκαστος αὐτῶν συνοικέει κατά περ Ἕλληνες · ἀτὰρ πρὸς εὐτελείην τῶν σιτίων τάδε σφι ἄλλα ἐξεύρηται . Ἐπεὰν πλήρης γένηται ποταμὸς καὶ τὰ πεδία πελαγίσῃ , φύεται ἐν τῷ ὕδατι κρίνεα πολλά , τὰ Αἰγύπτιοι καλέουσι λωτόν . Ταῦτ’ ἐπεὰν δρέψωσι , αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα τὸ ἐκ μέσου τοῦ λωτοῦ , τῇ μήκωνι ἐὸν ἐμφερές , πτίσαντες ποιεῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί . Ἔστι δὲ καὶ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη καὶ ἐγγλύσσει ἐπιεικέως , ἐὸν στρογγύλον , μέγαθος κατὰ μῆλον . Ἔστι δὲ καὶ ἄλλα κρίνεα ῥόδοισι ἐμφερέα , ἐν τῷ ποταμῷ γινόμενα καὶ ταῦτα , ἐξ ὧν καρπὸς ἐν ἄλλῃ κάλυκι παραφυομένῃ ἐκ τῆς ῥίζης γίνεται , κηρίῳ σφηκῶν ἰδέην ὁμοιότατον · ἐν τούτῳ τρωκτὰ ὅσον τε πυρὴν ἐλαίης ἐγγίνεται συχνά , τρώγεται δὲ καὶ ἁπαλὰ ταῦτα καὶ αὖα . Τὴν δὲ βύβλον τὴν ἐπέτειον γινομένην ἐπεὰν ἀνασπάσωσι ἐκ τῶν ἑλέων , τὰ μὲν ἄνω αὐτῆς ἀποτάμνοντες ἐς ἄλλο τι τρέπουσι καὶ πωλέουσι , τὸ δὲ κάτω λελειμμένον ὅσον τε ἐπὶ πῆχυν τρώγουσι καὶ πωλέουσι · οἳ δὲ ἂν καὶ κάρτα βούλωνται χρηστῇ τῇ βύβλῳ χρᾶσθαι , ἐν κλιβάνῳ διαφανέϊ πνίξαντες οὕτω τρώγουσι . Οἱ δέ τινες αὐτῶν ζώουσι ἀπὸ τῶν ἰχθύων μούνων , τοὺς ἐπεὰν λάβωσι καὶ ἐξέλωσι τὴν κοιλίην , αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα αὔους ἐόντας σιτέονται .