2.91 Ἑλληνικοῖσι δὲ νομαίοισι φεύγουσι χρᾶσθαι , τὸ δὲ σύμπαν εἰπεῖν , μηδ’ ἄλλων μηδαμὰ μηδαμῶν ἀνθρώπων νομαίοισι . Οἱ μέν νυν ἄλλοι Αἰγύπτιοι οὕτω τοῦτο φυλάσσουσι . Ἔστι δὲ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ ἐγγὺς Νέης πόλιος · ἐν ταύτῃ τῇ πόλι ἔστι Περσέος τοῦ Δανάης ἱρὸν τετράγωνον , πέριξ δὲ αὐτοῦ φοίνικες πεφύκασι · τὰ δὲ πρόπυλα τοῦ ἱροῦ λίθινά ἐστι κάρτα μεγάλα · ἐπὶ δὲ αὐτοῖσι ἀνδριάντες δύο ἑστᾶσι λίθινοι μεγάλοι · ἐν δὲ τῷ περιβεβλημένῳ τούτῳ νηός τε ἔνι καὶ ἄγαλμα ἐν αὐτῷ ἐνέστηκε τοῦ Περσέος . Οὗτοι οἱ Χεμμῖται λέγουσι τὸν Περσέα πολλάκις μὲν ἀνὰ τὴν γῆν φαίνεσθαι σφίσι , πολλάκις δὲ ἔσω τοῦ ἱροῦ , σανδάλιόν τε αὐτοῦ πεφορημένον εὑρίσκεσθαι , ἐὸν τὸ μέγαθος δίπηχυ , τὸ ἐπεὰν φανῇ , εὐθενέειν ἅπασαν Αἴγυπτον . Ταῦτα μὲν λέγουσι , ποιεῦσι δὲ τάδε ἑλληνικὰ τῷ Περσέϊ · ἀγῶνα γυμνικὸν τιθεῖσι διὰ πάσης ἀγωνίης ἔχοντα , παρέχοντες ἄεθλα κτήνεα καὶ χλαίνας καὶ δέρματα . Εἰρομένου δέ μεο τι σφι μούνοισι ἔωθε Περσεὺς ἐπιφαίνεσθαι καὶ τι κεχωρίδαται Αἰγυπτίων τῶν ἄλλων ἀγῶνα γυμνικὸν τιθέντες , ἔφασαν τὸν Περσέα ἐκ τῆς ἑωυτῶν πόλιος γεγονέναι · τὸν γὰρ Δαναὸν καὶ τὸν Λυγκέα ἐόντας Χεμμίτας ἐκπλῶσαι ἐς τὴν Ἑλλάδα · ἀπὸ δὲ τούτων γενεηλογέοντες κατέβαινον ἐς τὸν Περσέα . Ἀπικόμενον δὲ αὐτὸν ἐς Αἴγυπτον κατ’ αἰτίην τὴν καὶ Ἕλληνες λέγουσι , οἴσοντα ἐκ Λιβύης τὴν Γοργοῦς κεφαλήν , ἔφασαν ἐλθεῖν καὶ παρὰ σφέας καὶ ἀναγνῶναι τοὺς συγγενέας πάντας · ἐκμεμαθηκότα δέ μιν ἀπικέσθαι ἐς Αἴγυπτον τὸ τῆς Χέμμιος οὔνομα , πεπυσμένον παρὰ τῆς μητρός · ἀγῶνα δέ οἱ γυμνικὸν αὐτοῦ κελεύσαντος ἐπιτελέειν .