2.90 Ὃς δ’ ἂν αὐτῶν Αἰγυπτίων ξείνων ὁμοίως ὑπὸ κροκοδείλου ἁρπασθεὶς ὑπ’ αὐτοῦ τοῦ ποταμοῦ φαίνηται τεθνεώς , κατ’ ἣν ἂν πόλιν ἐξενειχθῇ , τούτους πᾶσα ἀνάγκη ἐστὶ ταριχεύσαντας αὐτὸν καὶ περιστείλαντας ὡς κάλλιστα θάψαι ἐν ἱρῇσι θήκῃσι . Οὐδὲ ψαῦσαι ἔξεστι αὐτοῦ ἄλλον οὐδένα οὔτε τῶν προσηκόντων οὔτε τῶν φίλων , ἀλλά μιν οἱ ἱρέες αὐτοὶ οἱ τοῦ Νείλου , ἅτε πλέον τι ἀνθρώπου νεκρόν , χειραπτάζοντες θάπτουσι . ʹ