2.87 Οὕτω μὲν τοὺς τὰ πολυτελέστατα σκευάζουσι νεκρούς . Τοὺς δὲ τὰ μέσα βουλομένους , τὴν δὲ πολυτελείην φεύγοντας σκευάζουσι ὧδε . Ἐπεὰν τοὺς κλυστῆρας πλήσωνται τοῦ ἀπὸ κέδρου ἀλείφατος γινομένου , ἐν ὦν ἔπλησαν τοῦ νεκροῦ τὴν κοιλίην , οὔτε ἀναταμόντες αὐτὸν οὔτε ἐξελόντες τὴν νηδύν , κατὰ δὲ τὴν ἕδρην ἐσηθήσαντες καὶ ἐπιλαβόντες τὸ κλύσμα τῆς ὀπίσω ὁδοῦ ταριχεύουσι τὰς προκειμένας ἡμέρας . Τῇ δὲ τελευταίῃ ἐξιεῖσι ἐκ τῆς κοιλίης τὴν κεδρίην τὴν ἐσῆκαν πρότερον · δὲ ἔχει τοσαύτην δύναμιν ὥστε ἅμα ἑωυτῇ τὴν νηδὺν καὶ τὰ σπλάγχνα κατατετηκότα ἐξάγει · τὰς δὲ σάρκας τὸ λίτρον κατατήκει , καὶ δὴ λείπεται τοῦ νεκροῦ τὸ δέρμα μοῦνον καὶ τὰ ὀστέα . Ἐπεὰν δὲ ταῦτα ποιήσωσι , ἀπ’ ὦν ἔδωκαν οὕτω τὸν νεκρόν , οὐδὲν ἔτι πρηγματευθέντες .
2.88 δὲ τρίτη ταρίχευσίς ἐστι ἥδε , τοὺς χρήμασι ἀσθενεστέρους σκευάζει · συρμαίῃ διηθήσαντες τὴν κοιλίην ταριχεύουσι τὰς ἑβδομήκοντα ἡμέρας καὶ ἔπειτα ἀπ’ ὦν ἔδωκαν ἀποφέρεσθαι .
2.89 Τὰς δὲ γυναῖκας τῶν ἐπιφανέων ἀνδρῶν , ἐπεὰν τελευτήσωσι , οὐ παραυτίκα διδοῦσι ταριχεύειν , οὐδὲ ὅσαι ἂν ἔωσι εὐειδέες κάρτα καὶ λόγου πλέονος γυναῖκες · ἀλλ’ ἐπεὰν τριταῖαι τεταρταῖαι γένωνται , οὕτω παραδιδοῦσι τοῖσι ταριχεύουσι . Τοῦτο δὲ ποιεῦσι οὕτω τοῦδε εἵνεκεν , ἵνα μή σφι οἱ ταριχευταὶ μίσγωνται τῇσι γυναιξί · λαμφθῆναι γάρ τινά φασι μισγόμενον νεκρῷ προσφάτῳ γυναικός , κατεῖπαι δὲ τὸν ὁμότεχνον .