2.86 Εἰσὶ δὲ οἳ ἐπ’ αὐτῷ τούτῳ κατέαται καὶ τέχνην ἔχουσι ταύτην . Οὗτοι , ἐπεάν σφι κομισθῇ νεκρός , δεικνύουσι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα , τῇ γραφῇ μεμιμημένα . Καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶ εἶναι τοῦ οὐκ ὅσιον ποιεῦμαι τὸ οὔνομα ἐπὶ τοιούτῳ πρήγματι ὀνομάζειν , τὴν δὲ δευτέρην δεικνύουσι ὑποδεεστέρην τε ταύτης καὶ εὐτελεστέρην , τὴν δὲ τρίτην εὐτελεστάτην . Φράσαντες δὲ πυνθάνονται παρ’ αὐτῶν κατὰ ἥντινα βούλονταί σφι σκευασθῆναι τὸν νεκρόν . Οἱ μὲν δὴ ἐκποδὼν μισθῷ ὁμολογήσαντες ἀπαλλάσσονται , οἱ δὲ ὑπολειπόμενοι ἐν οἰκήμασι ὧδε τὰ σπουδαιότατα ταριχεύουσι . Πρῶτα μὲν σκολιῷ σιδήρῳ διὰ τῶν μυξωτήρων ἐξάγουσι τὸν ἐγκέφαλον , τὰ μὲν αὐτοῦ οὕτω ἐξάγοντες , τὰ δὲ ἐγχέοντες φάρμακα . Μετὰ δὲ λίθῳ αἰθιοπικῷ ὀξέϊ παρασχίσαντες παρὰ τὴν λαπάρην ἐξ ὦν εἷλον τὴν κοιλίην πᾶσαν , ἐκκαθήραντες δὲ αὐτὴν καὶ διηθήσαντες οἴνῳ φοινικηίῳ αὖτις διηθέουσι θυμιήμασι τετριμμένοισι . Ἔπειτα τὴν νηδὺν σμύρνης ἀκηράτου τετριμμένης καὶ κασίης καὶ τῶν ἄλλων θυμιημάτων , πλὴν λιβανωτοῦ , πλήσαντες συρράπτουσι ὀπίσω . Ταῦτα δὲ ποιήσαντες ταριχεύουσι λίτρῳ κρύψαντες ἡμέρας ἑβδομήκοντα · πλέονας δὲ τουτέων οὐκ ἔξεστι ταριχεύειν . Ἐπεὰν δὲ παρέλθωσι αἱ ἑβδομήκοντα , λούσαντες τὸν νεκρὸν κατειλίσσουσι πᾶν αὐτοῦ τὸ σῶμα σινδόνος βυσσίνης τελαμῶσι κατατετμημένοισι , ὑποχρίοντες τῷ κόμμι , τῷ δὴ ἀντὶ κόλλης τὰ πολλὰ χρέωνται Αἰγύπτιοι . Ἐνθεῦτεν δὲ παραδεξάμενοί μιν οἱ προσήκοντες ποιεῦνται ξύλινον τύπον ἀνθρωποειδέα , ποιησάμενοι δὲ ἐσεργνύουσι τὸν νεκρόν , καὶ κατακληίσαντες οὕτω θησαυρίζουσι ἐν οἰκήματι θηκαίῳ , ἱστάντες ὀρθὸν πρὸς τοῖχον .