2.84 δὲ ἰητρικὴ κατὰ τάδε σφι δέδασται · μιῆς νούσου ἕκαστος ἰητρός ἐστι καὶ οὐ πλεόνων . Πάντα δ’ ἰητρῶν ἐστι πλέα · οἱ μὲν γὰρ ὀφθαλμῶν ἰητροὶ κατεστᾶσι , οἱ δὲ κεφαλῆς , οἱ δὲ ὀδόντων , οἱ δὲ τῶν κατὰ νηδύν , οἱ δὲ τῶν ἀφανέων νούσων .
2.85 Θρῆνοι δὲ καὶ ταφαί σφεων εἰσὶ αἵδε . Τοῖσι ἂν ἀπογένηται ἐκ τῶν οἰκίων ἄνθρωπος τοῦ τις καὶ λόγος , τὸ θῆλυ γένος πᾶν τὸ ἐκ τῶν οἰκίων τούτων κατ’ ὦν ἐπλάσατο τὴν κεφαλὴν πηλῷ καὶ τὸ πρόσωπον , κἄπειτα ἐν τοῖσι οἰκίοισι λιποῦσαι τὸν νεκρὸν αὐταὶ ἀνὰ τὴν πόλιν στρωφώμεναι τύπτονται ἐπεζωμέναι καὶ φαίνουσαι τοὺς μαζούς , σὺν δέ σφι αἱ προσήκουσαι πᾶσαι · ἑτέρωθεν δὲ οἱ ἄνδρες τύπτονται , ἐπεζωμένοι καὶ οὗτοι . Ἐπεὰν δὲ ταῦτα ποιήσωσι , οὕτω ἐς τὴν ταρίχευσιν κομίζουσι .