2.81 Ἐνδεδύκασι δὲ κιθῶνας λινέους περὶ τὰ σκέλεα θυσανωτούς , τοὺς καλέουσι καλασίρις · ἐπὶ τούτοισι δὲ εἰρίνεα εἵματα λευκὰ ἐπαναβληδὸν φορέουσι . Οὐ μέντοι ἔς γε τὰ ἱρὰ ἐσφέρεται εἰρίνεα οὐδὲ συγκαταθάπτεταί σφι · οὐ γὰρ ὅσιον . Ὁμολογέουσι δὲ ταῦτα τοῖσι Ὀρφικοῖσι καλεομένοισι καὶ Βακχικοῖσι , ἐοῦσι δὲ αἰγυπτίοισι , καὶ τοῖσι Πυθαγορείοισι · οὐδὲ γὰρ τούτων τῶν ὀργίων μετέχοντα ὅσιόν ἐστι ἐν εἰρινέοισι εἵμασι θαφθῆναι . Ἔστι δὲ περὶ αὐτῶν ἱρὸς λόγος λεγόμενος .
2.82 Καὶ τάδε ἄλλα Αἰγυπτίοισί ἐστι ἐξευρημένα , μείς τε καὶ ἡμέρη ἑκάστη θεῶν ὅτεο ἐστί , καὶ τῇ ἕκαστος ἡμέρῃ γενόμενος ὁτέοισι ἐγκυρήσει καὶ ὅκως τελευτήσει καὶ ὁκοῖός τις ἔσται · καὶ τούτοισι τῶν Ἑλλήνων οἱ ἐν ποιήσι γενόμενοι ἐχρήσαντο . Τέρατά τε πλέω σφι ἀνεύρηται τοῖσι ἄλλοισι ἅπασι ἀνθρώποισι · γενομένου γὰρ τέρατος φυλάσσουσι γραφόμενοι τὠποβαῖνον , καὶ ἤν κοτε ὕστερον παραπλήσιον τούτῳ γένηται , κατὰ τὠυτὸ νομίζουσι ἀποβήσεσθαι .
2.83 Μαντικὴ δὲ αὐτοῖσι ὧδε διάκειται · ἀνθρώπων μὲν οὐδενὶ πρόσκειται τέχνη , τῶν δὲ θεῶν μετεξετέροισι . Καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἔστι καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός , καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων , Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί . Οὐ μέντοι αἵ γε μαντηίαι σφι κατὰ τὠυτὸ ἑστᾶσι , ἀλλὰ διάφοροί εἰσι .