2.78 Ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν , ἐπεὰν ἀπὸ δείπνου γένωνται , περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον , μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ , μέγαθος ὅσον τε πάντῃ πηχυαῖον δίπηχυν , δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει · ʹ Ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπεο · ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτος . ʹ Ταῦτα μὲν παρὰ τὰ συμπόσια ποιεῦσι .
2.79 Πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται . Τοῖσι ἄλλα τε ἁπαξά ἐστι νόμιμα καὶ δὴ καὶ ὅτι ἄεισμα ἕν ἐστι , Λίνος , ὅς περ ἔν τε Φοινίκῃ ἀοίδιμός ἐστι καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ , κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει , συμφέρεται δὲ ὡυτὸς εἶναι τὸν οἱ Ἕλληνες Λίνον ὀνομάζοντες ἀείδουσι · ὥστε πολλὰ μὲν καὶ ἄλλα ἀποθωμάζειν με τῶν περὶ Αἴγυπτον ἐόντων , ἐν δὲ δὴ καὶ τὸν Λίνον ὁκόθεν ἔλαβον τὸ οὔνομα . Φαίνονται δὲ αἰεί κοτε τοῦτον ἀείδοντες . Ἔστι δὲ αἰγυπτιστὶ Λίνος καλεόμενος Μανερῶς . Ἔφασαν δέ μιν Αἰγύπτιοι τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου παῖδα μουνογενέα γενέσθαι , ἀποθανόντα δὲ αὐτὸν ἄωρον θρήνοισι τούτοισι ὑπὸ Αἰγυπτίων τιμηθῆναι , καὶ ἀοιδήν τε ταύτην πρώτην καὶ μούνην σφίσι γενέσθαι .
2.80 Συμφέρονται δὲ καὶ τόδε ἄλλο Αἰγύπτιοι Ἑλλήνων μούνοισι Λακεδαιμονίοισι · οἱ νεώτεροι αὐτῶν τοῖσι πρεσβυτέροισι συντυγχάνοντες εἴκουσι τῆς ὁδοῦ καὶ ἐκτρέπεσθαι καὶ ἐπιοῦσι ἐξ ἕδρης ὑπανιστέαται . Τόδε μέντοι ἄλλο Ἑλλήνων οὐδαμοῖσι συμφέρονται · ἀντὶ τοῦ προσαγορεύειν ἀλλήλους ἐν τῇσι ὁδοῖσι προσκυνέουσι κατιέντες μέχρι τοῦ γούνατος τὴν χεῖρα .