2.77 Αὐτῶν δὲ δὴ Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι , μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες μάλιστα λογιώτατοί εἰσι μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην . Τρόπῳ δὲ ζόης τοιῷδε διαχρέωνται · συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου , ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι , νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νούσους τοῖσι ἀνθρώποισι γίνεσθαι . Εἰσὶ μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων ἐμοὶ δοκέειν εἵνεκεν , ὅτι οὐ μεταλλάσσουσι αἱ ὧραι · ἐν γὰρ τῇσι μεταβολῇσι τοῖσι ἀνθρώποισι αἱ νοῦσοι μάλιστα γίνονται , τῶν τε ἄλλων πάντων καὶ δὴ καὶ τῶν ὡρέων μάλιστα . Ἀρτοφαγέουσι δὲ ἐκ τῶν ὀλυρέων ποιεῦντες ἄρτους , τοὺς ἐκεῖνοι κυλλήστις ὀνομάζουσι . Οἴνῳ δὲ ἐκ κριθέων πεποιημένῳ διαχρέωνται · οὐ γάρ σφί εἰσι ἐν τῇ χώρῃ ἄμπελοι . Ἰχθύων δὲ τοὺς μὲν πρὸς ἥλιον αὐήναντες ὠμοὺς σιτέονται , τοὺς δὲ ἐξ ἅλμης τεταριχευμένους · ὀρνίθων δὲ τούς τε ὄρτυγας καὶ τὰς νήσσας καὶ τὰ σμικρὰ τῶν ὀρνιθίων ὠμὰ σιτέονται προταριχεύσαντες · τὰ δὲ ἄλλα ὅσα ὀρνίθων ἰχθύων σφί ἐστι ἐχόμενα , χωρὶς ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται , τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται . ʹ