2.76 Εἶδος δὲ τῆς μὲν ἴβιος τόδε · μέλαινα δεινῶς πᾶσα , σκέλεα δὲ φορέει γεράνου , πρόσωπον δὲ ἐς τὰ μάλιστα ἐπίγρυπον , μέγαθος ὅσον κρέξ . Τῶν μὲν δὴ μελαινέων τῶν μαχομένων πρὸς τοὺς ὄφις ἥδε ἰδέη αὕτη . Τῶν δ’ ἐν ποσὶ μᾶλλον εἱλεομένων τοῖσι ἀνθρώποισι διξαὶ γὰρ δή εἰσι ἴβιες ἥδε · ψιλὴ τὴν κεφαλὴν καὶ τὴν δειρὴν πᾶσαν , λευκόπτερος πλὴν κεφαλῆς καὶ τοῦ αὐχένος καὶ ἀκρέων τῶν πτερύγων καὶ τοῦ πυγαίου ἄκρου ταῦτα δὲ τὰ εἶπον πάντα μέλανά ἐστι δεινῶς , σκέλεα δὲ καὶ πρόσωπον ἐμφερὴς τῇ ἑτέρῃ . Τοῦ δὲ ὄφιος μορφὴ οἵη περ τῶν ὕδρων · πτίλα δὲ οὐ πτερωτὰ φορέει , ἀλλὰ τοῖσι τῆς νυκτερίδος πτεροῖσι μάλιστά κῃ ἐμφερέστατα . Τοσαῦτα μὲν θηρίων πέρι ἱρῶν εἰρήσθω .