2.68 Τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε . Τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν . Ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖόν ἐστι · τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ , τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ · θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου . Πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται · τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει , καὶ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται , αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι . Ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός , ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος . Γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε · οὐδὲ κινέει τὴν κάτω γνάθον , ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω . Ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου . Τυφλὸν δὲ ἐν ὕδατι , ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον . Ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον , τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων . Τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν , δὲ τροχίλος εἰρηναῖόν οἵ ἐστι , ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ · ἐπεὰν γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος κροκόδειλος καὶ ἔπειτα χάνῃ ἔωθε γὰρ τοῦτο ὡς τὸ ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον , ἐνθαῦτα τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας · δὲ ὠφελεόμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον .