2.66 Πολλῶν δὲ ἐόντων τῶν ὁμοτρόφων τοῖσι ἀνθρώποισι θηρίων πολλῷ ἂν ἔτι πλέω ἐγίνετο , εἰ μὴ κατελάμβανε τοὺς αἰελούρους τοιάδε . Ἐπεὰν τέκωσι αἱ θήλεαι , οὐκέτι φοιτῶσι παρὰ τοὺς ἔρσενας · οἱ δὲ διζήμενοι μίσγεσθαι αὐτῇσι οὐκ ἔχουσι . Πρὸς ὦν ταῦτα σοφίζονται τάδε · ἁρπάζοντες ἀπὸ τῶν θηλέων καὶ ὑπαιρεόμενοι τὰ τέκνα κτείνουσι , κτείναντες μέντοι οὐ πατέονται . Αἱ δὲ στερισκόμεναι τῶν τέκνων , ἄλλων δὲ ἐπιθυμέουσαι , οὕτω δὴ ἀπικνέονται παρὰ τοὺς ἔρσενας · φιλότεκνον γὰρ τὸ θηρίον . Πυρκαϊῆς δὲ γινομένης θεῖα πρήγματα καταλαμβάνει τοὺς αἰελούρους . Οἱ μὲν γὰρ Αἰγύπτιοι διαστάντες φυλακὰς ἔχουσι τῶν αἰελούρων , ἀμελήσαντες σβεννύναι τὸ καιόμενον , οἱ δὲ αἰέλουροι διαδύνοντες καὶ ὑπερθρώσκοντες τοὺς ἀνθρώπους ἐσάλλονται ἐς τὸ πῦρ . Ταῦτα δὲ γινόμενα πένθεα μεγάλα τοὺς Αἰγυπτίους καταλαμβάνει . Ἐν ὁτέοισι δ’ ἂν οἰκίοισι αἰέλουρος ἀποθάνῃ ἀπὸ τοῦ αὐτομάτου , οἱ ἐνοικέοντες πάντες ξυροῦνται τὰς ὀφρῦς μούνας · παρ’ ὁτέοισι δ’ ἂν κύων , πᾶν τὸ σῶμα καὶ τὴν κεφαλήν .
2.67 Ἀπάγονται δὲ οἱ αἰέλουροι ἀποθανόντες ἐς ἱρὰς στέγας , ἔνθα θάπτονται ταριχευθέντες , ἐν Βουβάστι πόλι . Τὰς δὲ κύνας ἐν τῇ ἑωυτῶν ἕκαστοι πόλι θάπτουσι ἐν ἱρῇσι θήκῃσι . Ὡς δὲ αὕτως τῇσι κυσὶ οἱ ἰχνευταὶ θάπτονται . Τὰς δὲ μυγαλᾶς καὶ τοὺς ἴρηκας ἀπάγουσι ἐς Βουτοῦν πόλιν , τὰς δὲ ἴβις ἐς Ἑρμέω πόλιν . Τὰς δὲ ἄρκτους ἐούσας σπανίας καὶ τοὺς λύκους οὐ πολλῷ τεῳ ἐόντας ἀλωπέκων μέζονας αὐτοῦ θάπτουσι τῇ ἂν εὑρεθέωσι κείμενοι .