2.69 Τοῖσι μὲν δὴ τῶν Αἰγυπτίων ἱροί εἰσι οἱ κροκόδειλοι , τοῖσι δὲ οὔ , ἀλλ’ ἅτε πολεμίους περιέπουσι . Οἱ δὲ περί τε Θήβας καὶ τὴν Μοίριος λίμνην οἰκέοντες καὶ κάρτα ἥγηνται αὐτοὺς εἶναι ἱρούς . Ἐκ πάντων δὲ ἕνα ἑκάτεροι τρέφουσι κροκόδειλον , δεδιδαγμένον εἶναι χειροήθεα , ἀρτήματά τε λίθινα χυτὰ καὶ χρύσεα ἐς τὰ ὦτα ἐνθέντες καὶ ἀμφιδέας περὶ τοὺς ἐμπροσθίους πόδας καὶ σιτία ἀποτακτὰ διδόντες καὶ ἱρήια καὶ περιέποντες ὡς κάλλιστα ζώοντας · ἀποθανόντας δὲ θάπτουσι ταριχεύσαντες ἐν ἱρῇσι θήκῃσι . Οἱ δὲ περὶ Ἐλεφαντίνην πόλιν οἰκέοντες καὶ ἐσθίουσι αὐτούς , οὐκ ἡγεόμενοι ἱροὺς εἶναι . Καλέονται δὲ οὐ κροκόδειλοι ἀλλὰ χάμψαι · κροκοδείλους δὲ Ἴωνες ὠνόμασαν , εἰκάζοντες αὐτῶν τὰ εἴδεα τοῖσι παρὰ σφίσι γινομένοισι κροκοδείλοισι τοῖσι ἐν τῇσι αἱμασιῇσι .
2.70 Ἄγραι δέ σφεων πολλαὶ κατεστᾶσι καὶ παντοῖαι · δ’ ὦν ἐμοὶ δοκέει ἀξιωτάτη ἀπηγήσιος εἶναι , ταύτην γράφω . Ἐπεὰν νῶτον ὑὸς δελεάσῃ περὶ ἄγκιστρον , μετιεῖ ἐς μέσον τὸν ποταμόν , αὐτὸς δὲ ἐπὶ τοῦ χείλεος τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν ταύτην τύπτει . Ἐπακούσας δὲ τῆς φωνῆς κροκόδειλος ἵεται κατὰ τὴν φωνήν , ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει · οἱ δὲ ἕλκουσι . Ἐπεὰν δὲ ἐξελκυσθῇ ἐς γῆν , πρῶτον ἁπάντων θηρευτὴς πηλῷ κατ’ ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς · τοῦτο δὲ ποιήσας κάρτα εὐπετέως τὰ λοιπὰ χειροῦται · μὴ ποιήσας δὲ τοῦτο , σὺν πόνῳ . ʹ