2.65 Αἰγύπτιοι δὲ θρῃσκεύουσι περισσῶς τά τε ἄλλα περὶ τὰ ἱρὰ καὶ δὴ καὶ τάδε . Ἐοῦσα δὲ Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί · τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται , καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι , τὰ δὲ οὔ . Τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ ἱρὰ εἰ λέγοιμι , καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα , τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι · τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιφαύσας , ἀναγκαίῃ καταλαμβανόμενος εἶπον . Νόμος δέ ἐστι περὶ τῶν θηρίων ὧδε ἔχων . Μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων , τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν . Οἱ δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι εὐχόμενοι τῷ θεῷ τοῦ ἂν τὸ θηρίον · ξυροῦντες τῶν παιδίων πᾶσαν τὴν κεφαλὴν τὸ ἥμισυ τὸ τρίτον μέρος τῆς κεφαλῆς , ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας · τὸ δ’ ἂν ἑλκύσῃ , τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ · δ’ ἀντ’ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι . Τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται . Τὸ δ’ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ , ἢν μὲν ἑκών , θάνατος ζημίη , ἢν δὲ ἀέκων , ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται . Ὃς δ’ ἂν ἶβιν ἴρηκα ἀποκτείνῃ , ἤν τε ἑκὼν ἤν τε ἀέκων , τεθνάναι ἀνάγκη .