2.64 Καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι οὗτοί εἰσι οἱ πρῶτοι θρῃσκεύσαντες . Οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι , πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων , μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν , νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα . Καὶ γὰρ τὰ πάντα κτήνεα ὁρᾶν καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι · εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον , οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν . Οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά .