2.60 Ἐς μέν νυν Βούβαστιν πόλιν ἐπεὰν κομίζωνται , ποιεῦσι τοιάδε . Πλέουσί τε γὰρ δὴ ἅμα ἄνδρες γυναιξὶ καὶ πολλόν τι πλῆθος ἑκατέρων ἐν ἑκάστῃ βάρι · αἱ μέν τινες τῶν γυναικῶν κρόταλα ἔχουσαι κροταλίζουσι , οἱ δὲ αὐλέουσι κατὰ πάντα τὸν πλόον , αἱ δὲ λοιπαὶ γυναῖκες καὶ ἄνδρες ἀείδουσι καὶ τὰς χεῖρας κροτέουσι . Ἐπεὰν δὲ πλέοντες κατά τινα πόλιν ἄλλην γένωνται , ἐγχρίμψαντες τὴν βᾶριν τῇ γῇ ποιεῦσι τοιάδε · αἱ μέν τινες τῶν γυναικῶν ποιεῦσι τά περ εἴρηκα , αἱ δὲ τωθάζουσι βοῶσαι τὰς ἐν τῇ πόλι ταύτῃ γυναῖκας , αἱ δὲ ὀρχέονται , αἱ δὲ ἀνασύρονται ἀνιστάμεναι · ταῦτα παρὰ πᾶσαν πόλιν παραποταμίην ποιεῦσι . Ἐπεὰν δὲ ἀπίκωνται ἐς τὴν Βούβαστιν , ὁρτάζουσι μεγάλας ἀνάγοντες θυσίας , καὶ οἶνος ἀμπέλινος ἀναισιμοῦται πλέων ἐν τῇ ὁρτῇ ταύτῃ ἐν τῷ ἅπαντι ἐνιαυτῷ τῷ ἐπιλοίπῳ . Συμφοιτῶσι δέ , τι ἀνὴρ καὶ γυνή ἐστι πλὴν παιδίων , καὶ ἐς ἑβδομήκοντα μυριάδας , ὡς οἱ ἐπιχώριοι λέγουσι . ʹ
2.61 Ταῦτα μὲν δὴ ταύτῃ ποιέεται , ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ὁρτήν , εἴρηται πρότερόν μοι . Τύπτονται μὲν γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι , μυριάδες κάρτα πολλαὶ ἀνθρώπων · τὸν δὲ τύπτονται , οὔ μοι ὅσιόν ἐστι λέγειν . Ὅσοι δὲ Καρῶν εἰσι ἐν Αἰγύπτῳ οἰκέοντες , οὗτοι δὲ τοσούτῳ ἔτι πλέω ποιεῦσι τούτων ὅσῳ καὶ τὰ μέτωπα κόπτονται μαχαίρῃσι , καὶ τούτῳ εἰσὶ δῆλοι ὅτι εἰσὶ ξεῖνοι καὶ οὐκ Αἰγύπτιοι .