2.62 Ἐς Σάϊν δὲ πόλιν ἐπεὰν συλλεχθέωσι , τῆς θυσίης ἐν τῇ νυκτὶ λύχνα καίουσι πάντες πολλὰ ὑπαίθρια περὶ τὰ δώματα κύκλῳ . Τὰ δὲ λύχνα ἐστὶ ἐμβάφια ἔμπλεα ἁλὸς καὶ ἐλαίου , ἐπιπολῆς δὲ ἔπεστι αὐτὸ τὸ ἐλλύχνιον , καὶ τοῦτο καίεται παννύχιον . Καὶ τῇ ὁρτῇ οὔνομα κεῖται Λυχνοκαΐη . Οἳ δ’ ἂν μὴ ἔλθωσι τῶν Αἰγυπτίων ἐς τὴν πανήγυριν ταύτην , φυλάσσοντες τὴν νύκτα τῆς θυσίης καίουσι καὶ αὐτοὶ πάντες τὰ λύχνα , καὶ οὕτω οὐκ ἐν Σάϊ μούνῃ καίεται ἀλλὰ καὶ ἀνὰ πᾶσαν Αἴγυπτον . Ὅτεο δὲ εἵνεκα φῶς ἔλαχε καὶ τιμὴν νὺξ αὕτη , ἔστι ἱρὸς περὶ αὐτοῦ λόγος λεγόμενος .