2.57 Πελειάδες δέ μοι δοκέουσι κληθῆναι πρὸς Δωδωναίων ἐπὶ τοῦδε αἱ γυναῖκες , διότι βάρβαροι ἦσαν , ἐδόκεον δέ σφι ὁμοίως ὄρνισι φθέγγεσθαι . Μετὰ δὲ χρόνον τὴν πελειάδα ἀνθρωπηίῃ φωνῇ αὐδάξασθαι λέγουσι , ἐπείτε συνετά σφι ηὔδα γυνή · ἕως δὲ ἐβαρβάριζε , ὄρνιθος τρόπον ἐδόκεέ σφι φθέγγεσθαι , ἐπεὶ τέῳ τρόπῳ ἂν πελειάς γε ἀνθρωπηίῃ φωνῇ φθέγξαιτο ; Μέλαιναν δὲ λέγοντες εἶναι τὴν πελειάδα σημαίνουσι ὅτι Αἰγυπτίη γυνὴ ἦν . δὲ μαντηίη τε ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι καὶ ἐν Δωδώνῃ παραπλήσιαι ἀλλήλῃσι τυγχάνουσι ἐοῦσαι . Ἔστι δὲ καὶ τῶν ἱρῶν μαντικὴ ἀπ’ Αἰγύπτου ἀπιγμένη .
2.58 Πανηγύρις δὲ ἄρα καὶ πομπὰς καὶ προσαγωγὰς πρῶτοι ἀνθρώπων Αἰγύπτιοί εἰσι οἱ ποιησάμενοι , καὶ παρὰ τούτων Ἕλληνες μεμαθήκασι . Τεκμήριον δέ μοι τούτου τόδε · αἱ μὲν γὰρ φαίνονται ἐκ πολλοῦ τεο χρόνου ποιεύμεναι , αἱ δὲ Ἑλληνικαὶ νεωστὶ ἐποιήθησαν .
2.59 Πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ , πανηγύρις δὲ συχνάς . Μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι . Δεύτερα ἐς Βούσιριν πόλιν τῇ Ἴσι · ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν , ἵδρυται δὲ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα , Ἶσις δέ ἐστι κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ . Τρίτα δ’ ἐς Σάϊν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι . Τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίῳ . Πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ . Ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ .