2.55 Ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον , τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες . Δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην , τὴν δὲ παρὰ σφέας ἀπικέσθαι · ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι , καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι καί σφεα ἐκ τούτου ποιῆσαι . Τὴν δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν · ἔστι δὲ καὶ τοῦτο Διός . Δωδωναίων δὲ αἱ ἱρήιαι , τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια , τῇ δὲ μετὰ ταύτην Τιμαρέτη , τῇ δὲ νεωτάτῃ Νικάνδρη , ἔλεγον ταῦτα · συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν .
2.56 Ἐγὼ δ’ ἔχω περὶ αὐτῶν γνώμην τήνδε . Εἰ ἀληθέως οἱ Φοίνικες ἐξήγαγον τὰς ἱρὰς γυναῖκας καὶ τὴν μὲν αὐτέων ἐς Λιβύην , τὴν δὲ ἐς τὴν Ἑλλάδα ἀπέδοντο , δοκέει ἐμοὶ γυνὴ αὕτη τῆς νῦν Ἑλλάδος , πρότερον δὲ Πελασγίης καλεομένης τῆς αὐτῆς ταύτης , πρηθῆναι ἐς Θεσπρωτούς · ἔπειτα δουλεύουσα αὐτόθι ἱδρύσασθαι ὑπὸ φηγῷ πεφυκυίῃ ἱρὸν Διός , ὥσπερ ἦν οἰκὸς ἀμφιπολεύουσαν ἐν Θήβῃσι ἱρὸν Διός , ἔνθα ἀπίκετο , ἐνθαῦτα μνήμην αὐτοῦ ἔχειν . Ἐκ δὲ τούτου χρηστήριον κατηγήσατο , ἐπείτε συνέλαβε τὴν Ἑλλάδα γλῶσσαν . Φάναι δέ οἱ ἀδελφεὴν ἐν Λιβύῃ πεπρῆσθαι ὑπὸ τῶν αὐτῶν Φοινίκων ὑπ’ ὧν καὶ αὐτὴ ἐπρήθη .