2.53 Ὅθεν δὲ ἐγένετο ἕκαστος τῶν θεῶν , εἴτε δὴ αἰεὶ ἦσαν πάντες , ὁκοῖοί τέ τινες τὰ εἴδεα , οὐκ ἠπιστέατο μέχρι οὗ πρώην τε καὶ χθὲς ὡς εἰπεῖν λόγῳ . Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέω μέο πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι · οὗτοι δέ εἰσι οἱ ποιήσαντες θεογονίην Ἕλλησι καὶ τοῖσι θεοῖσι τὰς ἐπωνυμίας δόντες καὶ τιμάς τε καὶ τέχνας διελόντες καὶ εἴδεα αὐτῶν σημήναντες · οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοι τούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον , ἔμοιγε δοκέειν , ἐγένοντο . Τούτων τὰ μὲν πρῶτα αἱ Δωδωνίδες ἱρήιαι λέγουσι , τὰ δὲ ὕστερα τὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω .
2.54 Χρηστηρίων δὲ πέρι τοῦ τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ τόνδε Αἰγύπτιοι λόγον λέγουσι . Ἔφασαν οἱ ἱρέες τοῦ Θηβαιέος Διὸς δύο γυναῖκας ἱρὰς ἐκ Θηβέων ἐξαχθῆναι ὑπὸ Φοινίκων , καὶ τὴν μὲν αὐτέων πυθέσθαι ἐς Λιβύην πρηθεῖσαν , τὴν δὲ ἐς τοὺς Ἕλληνας · ταύτας δὲ τὰς γυναῖκας εἶναι τὰς ἱδρυσαμένας τὰ μαντήια πρώτας ἐν τοῖσι εἰρημένοισι ἔθνεσι . Εἰρομένου δέ μεο ὁκόθεν οὕτω ἀτρεκέως ἐπιστάμενοι λέγουσι , ἔφασαν πρὸς ταῦτα ζήτησιν μεγάλην ἀπὸ σφέων γενέσθαι τῶν γυναικῶν τουτέων , καὶ ἀνευρεῖν μέν σφεας οὐ δυνατοὶ γενέσθαι , πυθέσθαι δὲ ὕστερον ταῦτα περὶ αὐτέων τά περ δὴ ἔλεγον .