2.47 Ὗν δὲ Αἰγύπτιοι μιαρὸν ἥγηνται θηρίον εἶναι · καὶ τοῦτο μέν , ἤν τις ψαύσῃ αὐτῶν παριὼν ὑός , αὐτοῖσι τοῖσι ἱματίοισι ἀπ’ ὦν ἔβαψε ἑωυτὸν βὰς ἐς τὸν ποταμόν , τοῦτο δὲ οἱ συβῶται ἐόντες Αἰγύπτιοι ἐγγενέες ἐς ἱρὸν οὐδὲν τῶν ἐν Αἰγύπτῳ ἐσέρχονται μοῦνοι πάντων , οὐδέ σφι ἐκδίδοσθαι οὐδεὶς θυγατέρα ἐθέλει οὐδ’ ἄγεσθαι ἐξ αὐτῶν , ἀλλ’ ἐκδίδονταί τε οἱ συβῶται καὶ ἄγονται ἐξ ἀλλήλων . Τοῖσι μέν νυν ἄλλοισι θεοῖσι θύειν ὗς οὐ δικαιοῦσι Αἰγύπτιοι , Σελήνῃ δὲ καὶ Διονύσῳ μούνοισι τοῦ αὐτοῦ χρόνου , τῇ αὐτῇ πανσελήνῳ , τοὺς ὗς θύσαντες πατέονται τῶν κρεῶν . Δι’ τι δὲ τοὺς ὗς ἐν μὲν τῇσι ἄλλῃσι ὁρτῇσι ἀπεστυγήκασι , ἐν δὲ ταύτῃ θύουσι , ἔστι μὲν λόγος περὶ αὐτοῦ ὑπ’ Αἰγυπτίων λεγόμενος , ἐμοὶ μέντοι ἐπισταμένῳ οὐκ εὐπρεπέστερός ἐστι λέγεσθαι . Θυσίη δὲ ἥδε τῶν ὑῶν τῇ Σελήνῃ ποιέεται · ἐπεὰν θύσῃ , τὴν οὐρὴν ἄκρην καὶ τὸν σπλῆνα καὶ τὸν ἐπίπλοον συνθεὶς ὁμοῦ κατ’ ὦν ἐκάλυψε πάσῃ τοῦ κτήνεος τῇ πιμελῇ τῇ περὶ τὴν νηδὺν γινομένῃ καὶ ἔπειτα καταγίζει πυρί . Τὰ δὲ ἄλλα κρέα σιτέονται ἐν τῇ πανσελήνῳ ἐν τῇ ἂν τὰ ἱρὰ θύσωσι , ἐν ἄλλῃ δὲ ἡμέρῃ οὐκ ἂν ἔτι γευσαίατο . Οἱ δὲ πένητες αὐτῶν ὑπ’ ἀσθενείης βίου σταιτίνας πλάσαντες ὗς καὶ ὀπτήσαντες ταύτας θύουσι .