2.46 Τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι . Τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι , τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι · γράφουσί τε δὴ καὶ γλύφουσι οἱ ζωγράφοι καὶ οἱ ἀγαλματοποιοὶ τοῦ Πανὸς τὤγαλμα κατά περ Ἕλληνες αἰγοπρόσωπον καὶ τραγοσκελέα , οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν ἀλλ’ ὅμοιον τοῖσι ἄλλοισι θεοῖσι · ὅτεο δὲ εἵνεκα τοιοῦτον γράφουσι αὐτόν , οὔ μοι ἥδιόν ἐστι λέγειν . Σέβονται δὲ πάντας τοὺς αἶγας οἱ Μενδήσιοι , καὶ μᾶλλον τοὺς ἔρσενας τῶν θηλέων , καὶ τούτοισι οἱ αἰπόλοι τιμὰς μέζονας νέμουσι · ἐκ δὲ τούτων ἕνα μάλιστα , ὅστις ἐπεὰν ἀποθάνῃ , πένθος μέγα παντὶ τῷ Μενδησίῳ νομῷ τίθεται . Καλέεται δὲ τε τράγος καὶ Πὰν αἰγυπτιστὶ Μένδης . Ἐγένετο δὲ ἐν τῷ νομῷ τούτῳ ἐπ’ ἐμέο τοῦτο τὸ τέρας · γυναικὶ τράγος ἐμίσγετο ἀναφανδόν · τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο .