2.48 Τῷ δὲ Διονύσῳ τῆς ὁρτῆς τῇ δορπίῃ χοῖρον πρὸ τῶν θυρέων σφάξας ἕκαστος διδοῖ ἀποφέρεσθαι τὸν χοῖρον αὐτῷ τῷ ἀποδομένῳ τῶν συβωτέων . Τὴν δὲ ἄλλην ἀνάγουσι ὁρτὴν τῷ Διονύσῳ οἱ Αἰγύπτιοι πλὴν χορῶν κατὰ ταὐτὰ σχεδὸν πάντα Ἕλλησι . Ἀντὶ δὲ φαλλῶν ἄλλα σφί ἐστι ἐξευρημένα , ὅσον τε πηχυαῖα ἀγάλματα νευρόσπαστα , τὰ περιφορέουσι κατὰ κώμας γυναῖκες , νεῦον τὸ αἰδοῖον , οὐ πολλῷ τεῳ ἔλασσον ἐὸν τοῦ ἄλλου σώματος · προηγέεται δὲ αὐλός , αἱ δὲ ἕπονται ἀείδουσαι τὸν Διόνυσον . Δι’ τι δὲ μέζον τε ἔχει τὸ αἰδοῖον καὶ κινέει μοῦνον τοῦ σώματος , ἔστι λόγος περὶ αὐτοῦ ἱρὸς λεγόμενος .