2.45 Λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες · εὐήθης δὲ αὐτῶν καὶ ὅδε μῦθός ἐστι τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι , ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί · τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν , ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο , ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι . Ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες . Τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων , ὅσοι ἂν καθαροὶ ἔωσι , καὶ χηνῶν , κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν ; Ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον , ὡς δή φασι , κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι ; Καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη .