2.44 Θέλων δὲ τούτων πέρι σαφές τι εἰδέναι ἐξ ὧν οἷόν τε ἦν , ἔπλωσα καὶ ἐς Τύρον τῆς Φοινίκης , πυνθανόμενος αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον . Καὶ εἶδον πλουσίως κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι , καὶ ἐν αὐτῷ ἦσαν στῆλαι δύο , μὲν χρυσοῦ ἀπέφθου , δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας μεγάλως . Ἐς λόγους δὲ ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ σφι τὸ ἱρὸν ἵδρυται · εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι συμφερομένους · ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι , εἶναι δὲ ἔτεα ἀπ’ οὗ Τύρον οἰκέουσι τριηκόσια καὶ δισχίλια . Εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι . Ἀπικόμην δὲ καὶ ἐς Θάσον , ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον , οἳ κατ’ Εὐρώπης ζήτησιν ἐκπλώσαντες Θάσον ἔκτισαν · καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερά ἐστι τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι . Τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα ἐόντα · καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων ποιέειν , οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται , καὶ τῷ μὲν ὡς ἀθανάτῳ , Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι , τῷ δὲ ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι . ʹ