2.43 Ἡρακλέος δὲ πέρι τόνδε τὸν λόγον ἤκουσα , ὅτι εἴη τῶν δυώδεκα θεῶν . Τοῦ ἑτέρου δὲ πέρι Ἡρακλέος , τὸν Ἕλληνες οἴδασι , οὐδαμῇ Αἰγύπτου ἐδυνάσθην ἀκοῦσαι . Καὶ μὲν ὅτι γε οὐ παρ’ Ἑλλήνων ἔλαβον τὸ οὔνομα τοῦ Ἡρακλέος Αἰγύπτιοι , ἀλλ’ Ἕλληνες μᾶλλον παρ’ Αἰγυπτίων καὶ Ἑλλήνων οὗτοι οἱ θέμενοι τῷ Ἀμφιτρύωνος γόνῳ τοὔνομα Ἡρακλέα , πολλά μοι καὶ ἄλλα τεκμήριά ἐστι τοῦτο οὕτω ἔχειν , ἐν δὲ καὶ τόδε , ὅτι τε τοῦ Ἡρακλέος τούτου οἱ γονέες ἀμφότεροι ἦσαν Ἀμφιτρύων καὶ Ἀλκμήνη γεγονότες τὸ ἀνέκαθεν ἀπ’ Αἰγύπτου καὶ διότι Αἰγύπτιοι οὔτε Ποσειδέωνος οὔτε Διοσκούρων τὰ οὐνόματά φασι εἰδέναι , οὐδέ σφι θεοὶ οὗτοι ἐν τοῖσι ἄλλοισι θεοῖσι ἀποδεδέχαται . Καὶ μὲν εἴ γε παρ’ Ἑλλήνων ἔλαβον οὔνομά τεο δαίμονος , τούτων οὐκ ἥκιστα ἀλλὰ μάλιστα ἔμελλον μνήμην ἕξειν , εἴ περ καὶ τότε ναυτιλίῃσι ἐχρέωντο καὶ ἦσαν Ἑλλήνων τινὲς ναυτίλοι , ὡς ἔλπομαί τε καὶ ἐμὴ γνώμη αἱρέει · ὥστε τούτων ἂν καὶ μᾶλλον τῶν θεῶν τὰ οὐνόματα ἐξεπιστέατο Αἰγύπτιοι τοῦ Ἡρακλέος . Ἀλλά τις ἀρχαῖός ἐστι θεὸς Αἰγυπτίοισι Ἡρακλέης · ὡς δὲ αὐτοὶ λέγουσι , ἔτεά ἐστι ἑπτακισχίλια καὶ μύρια ἐς Ἄμασιν βασιλεύσαντα ἐπείτε ἐκ τῶν ὀκτὼ θεῶν οἱ δυώδεκα θεοὶ ἐγένοντο , τῶν Ἡρακλέα ἕνα νομίζουσι εἶναι .