2.42 Ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν νομοῦ τοῦ Θηβαίου εἰσί , οὗτοι μὲν πάντες ὀΐων ἀπεχόμενοι αἶγας θύουσι θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται , πλὴν Ἴσιός τε καὶ Ὀσίριος , τὸν δὴ Διόνυσον εἶναι λέγουσι · τούτους δὲ ὁμοίως ἅπαντες σέβονται · ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν νομοῦ τοῦ Μενδησίου εἰσί , οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄϊς θύουσι . Θηβαῖοι μέν νυν καὶ ὅσοι διὰ τούτους ὀΐων ἀπέχονται , διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι · Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπ’ αὐτοῦ , τέλος δέ , ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα , τὸν Δία μηχανήσασθαι τοιόνδε · κριὸν ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι . Ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι , ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι , ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες . Δοκέειν δέ μοι , καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο · Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία . Τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι , ἀλλ’ εἰσί σφι ἱροὶ διὰ τοῦτο . Μιῇ δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ , ἐν ὁρτῇ τοῦ Διός , κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διὸς καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό · ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν .