2.41 Τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι , τὰς δὲ θηλέας οὔ σφι ἔξεστι θύειν , ἀλλ’ ἱραί εἰσι τῆς Ἴσιος . Τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα ἐὸν γυναικήιον βούκερών ἐστι , κατά περ Ἕλληνες τὴν Ἰοῦν γράφουσι , καὶ τὰς βοῦς τὰς θηλέας Αἰγύπτιοι πάντες ὁμοίως σέβονται προβάτων πάντων μάλιστα μακρῷ . Τῶν εἵνεκα οὔτε ἀνὴρ Αἰγύπτιος οὔτε γυνὴ ἄνδρα Ἕλληνα φιλήσειε ἂν ἐπὶ τῷ στόματι , οὐδὲ μαχαίρῃ ἀνδρὸς Ἕλληνος χρήσεται οὐδὲ ὀβελοῖσι οὐδὲ λέβητι , οὐδὲ κρέως καθαροῦ βοὸς διατετμημένου Ἑλληνικῇ μαχαίρῃ γεύσεται . Θάπτουσι δὲ τοὺς ἀποθνῄσκοντας βοῦς τρόπον τόνδε · τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι , τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι , τὸ κέρας τὸ ἕτερον καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν . Ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ τεταγμένος χρόνος , ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλεομένης νήσου . δ’ ἔστι μὲν ἐν τῷ Δέλτα , περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα . Ἐν ταύτῃ ὦν τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί , ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν , οὔνομα τῇ πόλι Ἀτάρβηχις , ἐν δ’ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται . Ἐκ ταύτης τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις , ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντα . Κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνῄσκοντα · καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται · κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα .