2.40 δὲ δὴ ἐξαίρεσις τῶν ἱρῶν καὶ καῦσις ἄλλη περὶ ἄλλο ἱρόν σφι κατέστηκε · τὴν δ’ ὦν μεγίστην τε δαίμονα ἥγηνται εἶναι καὶ μεγίστην οἱ ὁρτὴν ἀνάγουσι , ταύτην ἔρχομαι ἐρέων . Ἐπεὰν ἀποδείρωσι τὸν βοῦν , κατευξάμενοι κοιλίην μὲν κείνην πᾶσαν ἐξ ὦν εἷλον , σπλάγχνα δὲ αὐτοῦ λείπουσι ἐν τῷ σώματι καὶ τὴν πιμελήν , σκέλεα δὲ ἀποτάμνουσι καὶ τὴν ὀσφὺν ἄκρην καὶ τοὺς ὤμους τε καὶ τὸν τράχηλον . Ταῦτα δὲ ποιήσαντες τὸ ἄλλο σῶμα τοῦ βοὸς πιμπλᾶσι ἄρτων καθαρῶν καὶ μέλιτος καὶ ἀσταφίδος καὶ σύκων καὶ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν ἄλλων θυωμάτων , πλήσαντες δὲ τούτων καταγίζουσι , ἔλαιον ἄφθονον καταχέοντες . Προνηστεύσαντες δὲ θύουσι , καιομένων δὲ τῶν ἱρῶν τύπτονται πάντες · ἐπεὰν δὲ ἀποτύψωνται , δαῖτα προτιθέαται τὰ ἐλίποντο τῶν ἱρῶν .